Η ΕΥΑΓΓΕΛΙΚΗ ΠΕΡΙΚΟΠΗ ΤΗΣ ΚΥΡΙΑΚΗΣ ΤΩΝ ΜΥΡΟΦΟΡΩΝ
Κατά Μάρκον, κεφ. ΙΕ΄, εδάφια 42-47 και κεφ. ΙΣΤ΄, εδάφια 1-8
Κεφ. ΙΕ΄ 42 Καὶ ἤδη ὀψίας γενομένης, ἐπεὶ ἦν παρασκευή, ὅ ἐστι προσάββατον, 43 ἐλθὼν ᾿Ιωσὴφ ὁ ἀπὸ ᾿Αριμαθαίας, εὐσχήμων βουλευτής, ὃς καὶ αὐτὸς ἦν προσδεχόμενος τὴν βασιλείαν τοῦ Θεοῦ, τολμήσας εἰσῆλθε πρὸς Πιλᾶτον καὶ ᾐτήσατο τὸ σῶμα τοῦ ᾿Ιησοῦ. 44 Ὁ δὲ Πιλᾶτος ἐθαύμασεν εἰ ἤδη τέθνηκε, καὶ προσκαλεσάμενος τὸν κεντυρίωνα ἐπηρώτησεν αὐτὸν εἰ πάλαι ἀπέθανε· 45 καὶ γνοὺς ἀπὸ τοῦ κεντυρίωνος ἐδωρήσατο τὸ σῶμα τῷ ᾿Ιωσήφ. 46 Καὶ ἀγοράσας σινδόνα καὶ καθελὼν αὐτὸν ἐνείλησε τῇ σινδόνι καὶ κατέθηκεν αὐτὸν ἐν μνημείῳ, ὃ ἦν λελατομημένον ἐκ πέτρας, καὶ προσεκύλισε λίθον ἐπὶ τὴν θύραν τοῦ μνημείου. 47 Ἡ δὲ Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία ᾿Ιωσῆ ἐθεώρουν ποῦ τίθεται.
Κεφ. ΙΣΤ’ 1 Καί διαγενομένου τοῦ σαββάτου Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία ἡ τοῦ ᾿Ιακώβου καὶ Σαλώμη ἠγόρασαν ἀρώματα ἵνα ἐλθοῦσαι ἀλείψωσιν αὐτόν. 2 Καὶ λίαν πρωῒ τῆς μιᾶς σαββάτων ἔρχονται ἐπὶ τὸ μνημεῖον, ἀνατείλαντος τοῦ ἡλίου. 3 Καὶ ἔλεγον πρὸς ἑαυτάς· τίς ἀποκυλίσει ἡμῖν τὸν λίθον ἐκ τῆς θύρας τοῦ μνημείου; 4 Καὶ ἀναβλέψασαι θεωροῦσιν ὅτι ἀποκεκύλισται ὁ λίθος· ἦν γὰρ μέγας σφόδρα. 5 Καὶ εἰσελθοῦσαι εἰς τὸ μνημεῖον εἶδον νεανίσκον καθήμενον ἐν τοῖς δεξιοῖς, περιβεβλημένον στολὴν λευκήν, καὶ ἐξεθαμβήθησαν. 6 Ὁ δὲ λέγει αὐταῖς· μὴ ἐκθαμβεῖσθε· ᾿Ιησοῦν ζητεῖτε τὸν Ναζαρηνὸν τὸν ἐσταυρωμένον· ἠγέρθη, οὐκ ἔστιν ὧδε· ἴδε ὁ τόπος ὅπου ἔθηκαν αὐτόν. 7 Ἀλλ᾿ ὑπάγετε εἴπατε τοῖς μαθηταῖς αὐτοῦ καὶ τῷ Πέτρῳ ὅτι προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν· ἐκεῖ αὐτὸν ὄψεσθε, καθὼς εἶπεν ὑμῖν. 8 Καὶ ἐξελθοῦσαι ἔφυγον ἀπὸ τοῦ μνημείου· εἶχε δὲ αὐτὰς τρόμος καὶ ἔκστασις, καὶ οὐδενὶ οὐδὲν εἶπον· ἐφοβοῦντο γάρ.
Ερμηνευτική απόδοση από τον μακαριστό Παν. Τρεμπέλα
Κεφ. ΙΕ΄ 42 Και σαν άρχισε πλέον να βραδιάζει, επειδή ήταν ημέρα Παρασκευής και προετοιμασίας, δηλαδή παραμονή του Σαββάτου, προτού δύσει ο ήλιος και αρχίσει η ημέρα του Σαββάτου, η οποία συνέπιπτε και με το πάσχα,